Syll.³ 419
[ ] Phokis — Delphi — 271 BC — FD 2:[Stade]153,13 — SEG 29.453[10]
1 ἐπὶ Στράτωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς,
ἱερομνημονούντων· Αἰτωλῶν Βουθήρα, Καλλία, Φρίκωνος, Ἀλκι-
άδα, Ἀποκία. Δελφῶν Ἀθάμβου, Ἀμεινία· Φωκέων Πύλητος, Καφι-
σία· Λοκρῶν Φρίκου Ἀλπωνίου· Βοιωτῶν Δαμοφίλου, Κλέωνδα· Εὐ-
5 βοέων Ἀμφικράτους Χαλκιδέος· Ἀθηναίων Ἱερωνύμου· Ἐ̣[πι]-
δαυρίων Λαφίλου· ἐπειδὴ Εὔδοξος Ἐπιδόξου Ἀργεῖος προσ-
ελθὼν πρὸς τοὺς ἱερομνήμονας ἐπηγγείλατο τῶι θεῶι εἰς
τὸν ἀγῶνα Πυθίοις τὸν γυμνικὸν κατασκευάσας ἐκ τῶν
ἰδίων ἀναλωμάτων δώσξιν ἀσπίδας ἐπιχάλκους ποικίλας
10 ἐνδρομίδας δέκα, δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι
Εὐδόξωι προδικίαν καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς
ἄλλοις δίδονται αἱ προδικίαι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμα-
σι τοῖς αὐτοῦ, ἐπειδὴ φαίνεται τὸν θεὸν εὐεργετηκώς. ἐπιμελεῖ-
σθαι δὲ Εὔδοξον καὶ τοὺς ἐκγόνους ἀεὶ εἰς τὰ Πύθια, ὅπως λαμπραὶ
15 εἰς τὸν ἀγῶνα παραφέρωνται αἱ ἀσπίδες· ἐπισφραγίσασθαι
δ’ αὐτῶι καὶ κηρύκειον ἐπιγεγραμμένον, ἱερὸν τοῦ Ἀπόλλωνος
τοῦ Πυθίου δοῦναι δὲ τοὺς Δελφοὺς Εὐδόξωι καὶ θησαυρόν,
ὅπου τὰ ὅπλα θήσει.
Search Help
Contact Us