[ ] Phokis — Delphi — 224-220 BC
1 Δελφοὶ ἔδωκαν Ἀριστοδήμωι Ἑρμοφάντου Ἁλικαρνασσεῖ
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν,
προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων και τἆλλα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις· ἄρχοντος Ἀρισταγόρα, βουλευόντων
5 Δάμωνος, Ταραντίνου, Ἱέρωνος, Εὐθυδίκου, Ἵππωνος.
Search Help
Contact Us