[ ]
Phokis — Delphi — N.Jahr.Class.Ph.35.1889.519 — Pomtow
1 | ἄρχοντος [Πυρρία, μηνὸς Ἰλαίου, βουλευόντ]ων τὰν δευ- |
τέραν ἑξά[μηνον Πολέμωνος τοῦ Πολεμάρχο]υ, Κλέωνος τοῦ | |
Δαμοσθέν[εος, γραμματεύοντος δὲ τᾶς βουλᾶς] Γλαύκου τοῦ | |
Γενναίου [ἐπὶ τοῖσδε ἀπέδοντο ․․․․․․․․․․] καὶ Ἰὰς Σωσικράτεος | |
5 | τῶι Ἀπό[λλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον κο]ράσιον ἐνδογενές, |
ἇι ὄ[νομα Ἡράκλεα, τιμᾶς ἀργυρί]ου μνᾶν δύο καὶ τὰν τιμὰν | |
ἔχει [πᾶσαν· βεβαιωτὴρ κατὰ τὸ]ν νόμον Ἀζάρατος Ἀντιχάρεος, | |
ἐφ’ [ὧιτε ἐλευθέραν εἶμεν Ἡ]ράκλεαν καὶ ἀνέφαπτον ἀπὸ | |
πάν[των, ποιοῦσαν ὅ κα θέλῃ κ]αὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. εἰ δέ τις | |
10 | ἐφά[πτοιτ]ο Ἡ[ρακλέας ἐπὶ κα]ταδουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν |
συ[λέ]ων Ἡράκλεαν ὡς ἐλ[ε]υθέραν οὖσαν, ἀζάμιος ἐὼν καὶ ἀ- | |
νυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω | |
καὶ αἱ ἀποδόμεναι βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνάν. | |
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πατρέας Ἀνδρονίκου, | |
15 | Ἄθαμβος Ἁβρομάχου καὶ ἰδιῶται Τιμοκλῆς Πολύωνος, |
Ἀρχέλαος, Διόδωρος Ἄρχωνος, Σωτύλος Τιμοκλέος, Δι[όδωρος] | |
Ἀντιγένεος. |