[ ] Phokis — Delphi — ca. 140-100 BC
1 [ἄρχοντος Π]υῤῥία τοῦ Ἀρχελάου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Δάμωνος
[τοῦ Χενοστ]ράτου, Σωτύλου τοῦ Τιμοκλέος, γραμματεύοντος δὲ βουλᾶς Ἀρί-
τωνος τοῦ Σ]ωστράτου Δελφοὶ ἔδωκαν Στρα[τ]ονίκωι Ἀνρδονίκου Ἀμφισσεῖ
[αὐτῶι καὶ ἐκ]γόνοις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
5 [αν, γᾶς καὶ οἱ]κίας ἔγκτησιν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί-
[θητι καὶ τἆ]λλα τίμια ὅσα καὶ τοῖς ἄλλοις πρ<ο>ξένοις καὶ εὐεργέταις τᾶς πό-
[λιος ὑπάρχε]ι.
Search Help
Contact Us