[ ] Phokis — Delphi — 140-100 BC
1 θεὸς τύ[χ]αν ἀγαθάν.
ἐπεὶ Μνασίθεος καὶ Καλλικράτης οἱ Διοδώρου ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν διελ[έ]-
γησαν ὑπὲρ Ἐπικράτεος τοῦ Καμψία Φαραιέος, ἃν ἔχει ἐ[κ]τέε]ιαν καὶ σπουδὰν ὑπὲρ τᾶς πό-
[λ]ιος ἁμῶν, καὶ διότι εὔχρηστος γίνεται τοῖς ἐντυγχανόντοι[ς τ]ῶν πολιτᾶν καὶ κατὰ κοινὸν
5 [κα]ὶ κατ’ ἰδίαν· vv ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶ πόλει τῶν Δελφῶν [ἐν] ἀγ[ο]ρᾶι τελείωι σὺν ψάφοις ταῖς
[E)N]NO/MOIS, E)PAINE/SAI *)E[P]IKRA/TH *KAMYI/A *FARAIH= KAI\ U(PA/RXEIN AU)TW=I KAI\ E)KGO/NOIS PAR[A\] TA=S PO/-
[λιο]ς προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι το[ῖς] ἀγώνοι[ς]
[οἷς ἁ] πόλις τίθητ[ι], κ[α]ὶ τἆλλα τίμια, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις] τᾶς π[ό]λιος
[ὑπάρ]χει· ἄρχοντος Ἁγίωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνο[ν] Νικοστράτ[ου το]ῦ Εὐδώρου, [Ξέ]-
10 [νω]νος τοῦ Ἀριστοβούλου, γραμματεύοντος Τιμοκλέος τοῦ Θρασέα.
Search Help
Contact Us