[ ]
Phokis — Delphi — 210-200 BC
1 | Δελφῶν. |
[ἔδοξε τᾶι πόλει ἐν ἀγο]ρᾶι τελείωι σὺμ ψόφοις {ο} ταῖς ἐννόμοις· ἐπε[ι]- | |
δ[ὴ Τήι]οι πρεσ[β]ευτὰς ἀποστείλαντες Πυθαγόραν Κλείτου καὶ Κλεῖτο[ν] | |
Κλ[είτ]ου τάν τε οἰ[κ]ει[ό]τατα καὶ φιλίαν ἀνενεώσαντο καὶ παρε[κά]- | |
5 | λε[ο]ν τὰν πόλιν, ὅπως ἅ τε πόλις καὶ ἁ χώρα αὐτῶν ἐπιχωρηθῆ ἱερ[ὰ εἶ]- |
μεν καὶ ἄσυλος τοῦ Διονύσου· δεδόχθαι τᾶι πόλει τάν τε φιλίαν [καὶ οἰ]- | |
κειότατα ταν ὑπάρχουσαν πὸτ τοὺς Τηίους διαφυλάσσειν καὶ ἐπὶ π[λεῖ]- | |
ον αὔξειν καὶ εἶμεν αὐτῶν τάν τε πόλιν καὶ τὰν χώραν | |
ἱερὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς καὶ οἱ πρεσβευταὶ παρεκά- | |
10 | λεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν καὶ ἀσυλίαν καὶ |
τοῖς ἐν Τέωι κατοικεόντοις καθὼς καὶ τοῖς Διονυσιακοῖς | |
τεχ{ι}νίταις {²⁶τεχνίταις}²⁶. ὅπως δέ διαμένη τόδε τὸ ψάφισμα | |
ἐν τὸν πάντα τὸν χρόνον, ἀναγράψαι τοὺς ἐνάρχους | |
βουλευτὰς ἐν τῶι ἱερῶι. vvv ἄρχοντος Μεγάρτα, βουλευόντων | |
15 | Μνασιθέου, vv Πρωτάρχου, vv Ἀθάμβου, vv Φιλίνου, vv Νικοβούλου. |