SGDI II 2675
[ ] Phokis — Delphi — 210-200 BC
1 Δελφῶν.
[ἔδοξε τᾶι πόλει ἐν ἀγο]ρᾶι τελείωι σὺμ ψόφοις {ο} ταῖς ἐννόμοις· ἐπε[ι]-
δ[ὴ Τήι]οι πρεσ[β]ευτὰς ἀποστείλαντες Πυθαγόραν Κλείτου καὶ Κλεῖτο[ν]
Κλ[είτ]ου τάν τε οἰ[κ]ει[ό]τατα καὶ φιλίαν ἀνενεώσαντο καὶ παρε[κά]-
5 λε[ο]ν τὰν πόλιν, ὅπως ἅ τε πόλις καὶ ἁ χώρα αὐτῶν ἐπιχωρηθῆ ἱερ[ὰ εἶ]-
μεν καὶ ἄσυλος τοῦ Διονύσου· δεδόχθαι τᾶι πόλει τάν τε φιλίαν [καὶ οἰ]-
κειότατα ταν ὑπάρχουσαν πὸτ τοὺς Τηίους διαφυλάσσειν καὶ ἐπὶ π[λεῖ]-
ον αὔξειν καὶ εἶμεν αὐτῶν τάν τε πόλιν καὶ τὰν χώραν
ἱερὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς καὶ οἱ πρεσβευταὶ παρεκά-
10 λεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν καὶ ἀσυλίαν καὶ
τοῖς ἐν Τέωι κατοικεόντοις καθὼς καὶ τοῖς Διονυσιακοῖς
τεχ{ι}νίταις {²⁶τεχνίταις}²⁶. ὅπως δέ διαμένη τόδε τὸ ψάφισμα
ἐν τὸν πάντα τὸν χρόνον, ἀναγράψαι τοὺς ἐνάρχους
βουλευτὰς ἐν τῶι ἱερῶι. vvv ἄρχοντος Μεγάρτα, βουλευόντων
15 Μνασιθέου, vv Πρωτάρχου, vv Ἀθάμβου, vv Φιλίνου, vv Νικοβούλου.
Search Help
Contact Us