[ ] Phokis — Delphi — 270-260 BC
1 Δελφοὶ ἔδωκαν Ἀνταγόραι Δημοσθένους Κυπρίωι αὐτῶι καὶ ἐκγόνοις
προξενίαν, θεωροδοκίαν, προμαντείαν, προεδρίαν, προδικίαν,
ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις· ἄρχοντος Ἀχαιμένευς, βουλευόντων Κλευμάντιος,
5 Ἄνδρωνος, Βούλωνος.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server