[ ] Phokis — Delphi — 170 BC
1 [ἄρ]χοντος Μένητος, βουλευόντων τὰν δευτέραν [ἑξάμ]ην[ο]ν Πραξία,
Δεξικράτεος, γραμματεύοντος Ἐμμενίδα, ἔδοξε τᾶι πόλει τῶν Δελ-
ῶν] ἐν ἐννόμωι ἐκ<κ>λησίαι σὺμ ψάφοις ταῖς ἐννόμοις· Ἀρίωνα Ἀριστο-
[κρά]τεος Πατρῆ πρόξενον εἶμεν καὶ εὐεργέταν τᾶς πόλιος καὶ
5 [ὑπ]άρχειν αὐτῶι προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν
[παν]τός, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ
[ἄλλ]α ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει
[πα]ρὰ τᾶς πόλιος.
Search Help
Contact Us