SGDI II 2608
[ ] Phokis — Delphi — 220-200 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Πολυκράτει Λυσιμάχου
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαν-
τείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέ-
5 λειαν πάντων καὶ γᾶς καὶ οἰκίας ἔμπασιν
καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις· ἄρχοντος Ἀρχέλα, βου-
λευόντων Ἀλεξάρχου, Ἵππωνος Ἀντάνδρου,
Αἰακίδα, Καλλίωνος.
Search Help
Contact Us