[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἁγίωνος μηνὸς Ἡρακλείου, |
ἀπέδοτο [․․<․>]καίνα Βα[β]ύλου, συνευδο[κ]- | |
εούσας καὶ τᾶς ματρὸς αὐτᾶς Πρά- | |
του καὶ τῶν ἀδελφῶν αὐτᾶς Αἰακίδα | |
5 | κ[αὶ Χ]αιρεφά[ν]εος, τῶι Ἀπόλλωνι τῶι Πυθ- |
ίωι σῶμα γυναικεῖον ἐνδογενὲς ἇι ὄνομα | |
Ζωΐλα ἐ[π’] ἐλευθερίαι, τιμᾶς ἀργυρίου στα- | |
τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἀπέχε[ι] | |
πᾶσαν. — — — βεβαιωτῆρες κατὰ τοὺς νόμους | |
10 | τᾶς πόλιος· Σωσίπατρος Αἰακίδα, Κλ- |
[έω]ν Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ζωΐλας, | |
κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐ- | |
λευθέραν οὖσαν, καὶ οἱ βεβαιωτῆρες παρεχόν- | |
τω βέβαιον τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· Ἄρ- | |
15 | χων Καλλία ὁ ἱερεὺς καὶ τῶν ἀρχόντων Ἀζά- |
ρατος· Κάλλων Ξένωνος, Ξένων Πολύωνος. |