[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἁγίωνος μηνὸς Ἡρακλείου,
ἀπέδοτο [․․<․>]καίνα Βα[β]ύλου, συνευδο[κ]-
εούσας καὶ τᾶς ματρὸς αὐτᾶς Πρά-
του καὶ τῶν ἀδελφῶν αὐτᾶς Αἰακίδα
5 κ[αὶ Χ]αιρεφά[ν]εος, τῶι Ἀπόλλωνι τῶι Πυθ-
ωι σῶμα γυναικεῖον ἐνδογενὲς ἇι ὄνομα
Ζωΐλα ἐ[π’] ἐλευθερίαι, τιμᾶς ἀργυρίου στα-
τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἀπέχε[ι]
πᾶσαν. — — — βεβαιωτῆρες κατὰ τοὺς νόμους
10 τᾶς πόλιος· Σωσίπατρος Αἰακίδα, Κλ-
[έω]ν Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ζωΐλας,
κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐ-
λευθέραν οὖσαν, καὶ οἱ βεβαιωτῆρες παρεχόν-
τω βέβαιον τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· Ἄρ-
15 χων Καλλία ὁ ἱερεὺς καὶ τῶν ἀρχόντων Ἀζά-
ρατος· Κάλλων Ξένωνος, Ξένων Πολύωνος.
Search Help
Contact Us