[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Διονυσίου μηνὸς Ἰλαίου, βουλευ- |
όντων Πάτρωνος, Ἁγίωνος, Φιλιστίωνος, Πά- | |
τρωνος, ἀπέδοτο Εἰράνα Νικία τῶι Ἀπόλλω- | |
νι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα Ζω- | |
5 | πύρα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν |
τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ | |
τοὺς νόμους τᾶς πόλιος· Φιλόνεικος Νικία. εἰ δέ τις | |
ἐφάπτοιτο Ζωπύρας ἐπὶ καταδουλισμῶ, βέβαιον πα- | |
ρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ | |
10 | βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συ- |
λέων Ζωπύραν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἐμμενίδας, | |
Λαιάδας, ἰδιῶται Κλέων, Βαβύλος, Ἧρυς, Νικανδρίδας. |