[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Θρασυκλέος |
μηνὸς Θεοξενίου, βουλευόντων | |
τὰν δευτέραν ἑξάμηνον Δεξώνδα | |
τοῦ Δάμωνος, Μαντία τοῦ Κλεοδάμου, Ξε- | |
5 | ναινέτου τοῦ Σωσινίκου, ἀπέδοτο |
Ἀστόξενος Διονυσίου τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἐνδογε- | |
νὲς ἇι ὄνομα Ἵλαρον, τιμᾶς ἀργυρίου μνᾶν δε- | |
καπέντε, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Διονυσί- | |
10 | ου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ |
τοὺς νόμους τᾶς πόλιος· Ἄρχων Καλλία. εἰ δέ | |
τίς κα ἐφάπτηται Ἱλάρου ἐπὶ καταδουλισμῶι, | |
βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
ἀποδόμενος Ἀστόξενος καὶ ὁ βεβαιωτὴρ | |
15 | Ἄρχων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι |
τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες Ἵλαρον ὡς ἐ- | |
λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ | |
20 | ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- |
ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀν- | |
δρόνικος καὶ οἱ ἄρχοντες Δεξώνδας Δάμωνος, | |
Μαντίας Κλευδάμου, Ξεναίνετος Σωσινίκου | |
καὶ ἰδιῶται Τιμόξενος Φυσκεῦς, Ξεναγόρας | |
25 | Εὐκλείδα, Σωσύλος, Ἁγίων Πολυκλείτου, Ξέ- |
νων Ξενοκρίτου, Διονύσιος Ἀσάνδρου, Πολίτας | |
Ἀσάνδρου, Καλλίας Ἄρχωνος, Στράταγος ΣΕΙΛ- | |
ΙΧΟΥ. |