[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Ἡρακλείου, ἀπέδοντο Θεύδοτος Τι- |
μάρχου καὶ Ἀρίστα Ἀρτεμιδώρου, συνευδοκέοντος τοῦ ἀνδρὸς | |
αὐτ<ᾶ>ς Θεοδότου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
μα Νουμήνιος τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ | |
5 | τὰν τιμὰν ἔχοντι πᾶσαν. καθὼς ἐπίστευσε Νουμήνιος τὰν ὠ- |
νὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
των τὸμ πάντα χρόνον. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Διονύ- | |
σιος Ἀσάνδρου. βέβαιον δὲ παρεχόντω {ι} τῶι θεῶι τὰν ὠνὰν | |
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. εἰ δέ τις ἅπτοιτο Νουμηνί- | |
10 | ου ἐπὶ καταδουλισμῶι κύριος ἔστω προϊστάμενος ὁ θέλων |
ὑπὲρ τὸν θεὸν Νουμηνίου καὶ συλέων Νουμήνιον ἐπ’ ἐλευθερίαι | |
ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι· Διονύσιος, Πολίτας Ἀσάν- | |
δρου, Ξένων Ξενοκρίτου, Ἁγίων Κλεοδάμου, Διονύσιος Ἀστοξέ- | |
νου, Βάχκιος Ἄγρωνος, Ἄρχων Καλλία, Μένης Πεισιστράτου καὶ | |
15 | οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες |
τᾶς πόλιος Σώστρατος Σωτ[ύλ]ου, Ἁγίων Ἐκεφύλου, Γενναῖος | |
Ἡρά[κω]νος. τὸ πυξίδιον φυλάσ<σ>ει Μένης, Ἀριστίων Ἁγίωνος, Τιμό- | |
κριτος Εὐκλείδα. |