SGDI II 2269
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Βου[κα]-
τίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύ[α]— — — Φι-
λίνου, συνευδοκεούσας καὶ τᾶ[ς]
θυγατέρος Ἡραΐδος καὶ τῶν υἱῶν [α]ὐ-
5 τᾶς Μεγάρτα, Πολυτιμίδα καὶ Φιλ[οκρ]άτε-
ος καὶ τοῦ υἱοῦ αὐτοῦ Ἐρασίππου, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖο[ν] κο-
ράσιον ἇι ὄνομα Καλλὼ τὸ γένος ἐνδο-
γενῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰ[ν]
10 τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Καλλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον
ἀπὸ πάντων. παραμεινάτω δὲ
Καλλὼ παρὰ Πολύαν ἕως κα ζώη
15 Πολύα, ποιοῦσα τὸ ποτιτασσόμενον καὶ δυνατὸν πᾶν. εἰ δὲ μὴ
πειθαρχοῖ Καλλώ, κυρία ἔστω Πολύα ἐπιτιμέουσα Καλλοῖ
τρόπωι οἷ θέλοι ὡς ἐλευθέραι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισ-
μῶι Καλλοῦς, κύριος ἔστω ὁ παρατυγχάνων συλέων ὡς ἐλευθέ-
ραν οὖσαν Καλλὼ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζα-
20 μίας. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Πεισίστρατος
Βούλωνος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα-
ξίας καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Πράοχος, ἰδιῶται Πεισίστρατος, Μέ-
νης, Εὐκλείδας, Φιλοκράτης, Θεόξενος, Μνασίας Ἀγαθοκλέος, Ἀντιχάρης.
Search Help
Contact Us