[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Κλεομάντιος τοῦ Δίνωνος μηνὸς Ἡρα- |
κλέου, βουλε<υ>όντων Δίωνος τοῦ Ἀντιγενίδα, Μέντο- | |
ρος τοῦ Λαιάδα Τιμολέωνος τοῦ Ἐμμενίδα, ἀπέδοτο Εὔ- | |
νοια Κότυος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῖον κοράσι- | |
5 | ον ἇ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν |
ἀπέχι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Μέντωρ Λαιάδα. εἰ δέ τις ἐφάπτοιτο | |
Ὀνασιφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶ θεῶ τὰν ὠνὰν ἅ τε ἀποδομένα Εὔνοια καὶ | |
ὁ βεβαιωτὴρ Μέντωρ. κύριος δὲ ἔστω καὶ ἄλλος συλέων ὁ παρατυχὼν Ὀνασίφορ<ο>ν ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
κος πάσας δίκας καὶ ζαμίας. παραμινάτω δὲ Ὀνασίφορον Εὐνοία, ἕως κα ζῆ Εὔνοια, ποιοῦσα τὸ ἐπιτασσόμε- | |
10 | νον πᾶν ἀνενκλήτως τὸ δυνατόν. εἰ δὲ μὴ ποῆ, ἐξουσίαν ἐχέτω Εὔνοια ἐπιτιμέουσα Ὀνασιφόρω τρόπωι ὧ κα |
θέλη. μάρτυροι· οἵ τε ἱερῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Νικόστρατος Ἄρχωνος, Καλλίστρατος Αἰακίδα καὶ ἰδιῶται | |
Διόδωρος, Ἀριστοκλέας οἱ Φιλονίκου, Εὐκράτης, Φιλλέας οἱ Δαμένεος, Φιλιστίων Διοκλέος. |