[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Φιλονείκου τοῦ Νικία μηνὸς Θεοξενίου, βουλευόντων Πάτρω- |
νος, Εὐκλείδα, Δάμωνος, Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Κλεόδαμος | |
καὶ Ἡραΐς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτῶν Μαντία, τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος οἰκογενές, τιμᾶς | |
5 | ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευ- |
σε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν | |
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
τα βίον. βεβαιωτήρ· Διονύσιος Ἀστοξένου. εἰ δέ | |
τις ἐφάπτοιτο Νικέας ἐπὶ καταδουλισμῶι, | |
10 | βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν |
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ | |
ὁ παρατυχὼν κύριος ἔστω συλέων Νίκε- | |
αν ὡς ἐλευθέραν οὖσαν. μάρτυροι· ὁ ἱερεὺς | |
τοῦ Ἀπόλλωνος Ἐμμενίδας· Κλέων, Πυῤῥ- | |
15 | ίας, Νικάνωρ, Πεισίστρατος, Σάτυρος. |