[ ]
Phokis — Delphi — 177 BC
1 | ἄρχοντος Πραξία, μηνὸς Βυσίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Νικόδαμος Πεισίλα τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Διονυσία, | |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
5 | στευσε Διονυσία τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι |
τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ | |
πάντων τὸμ πάντα βέον, ποέουσα ὅ κα θέ- | |
ληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆ- | |
ρες κατὰ τὸν νόμον· Κράτων Νικοδάμου, | |
10 | Ἀγέας Ἀλεξάνδρου. εἰ δέ τίς κα |
ἅπτηται Διονυσίας, βέβαιον παρε- | |
χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
ἀποδόμενος Νικόδαμος καὶ οἱ βεβαι- | |
ωτῆρες Κράτων, Ἀγέας. εἰ δὲ μὴ πα- | |
15 | ρέχωντι, πράκτιμοι ἐόντων κατὰ |
τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
νοντες κύριοι ἐόντων συλέοντες ὡς | |
ἐλευθέραν οὖσαν, ἀζάμιοι ἐόντες | |
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
20 | ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς |
Ἄθαμβος, Ἀμύντας· ἰδιῶται | |
Μένης, Μαντίας, Εὐκλείδας. |