[ ]
Phokis — Delphi — 187 BC
1 | ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου, μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Καλλὶς Πεισίλα Ἀμβρυσσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα [Δορ]- | |
κίνας καὶ ἄλλο γυναικεῖον ὧι ὄνομα Λαίς, οἰκογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, κα[θὼς] | |
ἐπίστευσαν Δορκίνας καὶ Λαῒς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρους εἶμεν [καὶ] | |
5 | ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, καὶ ποέοντας ὅ κα θέλωντι. βεβαιωτῆρ[ες] |
κατὰ τὸν νόμον· Ξενοκράτης Ἀριστοδάμου Μεδεώνιος, Ἀλκίμαχος Δεινέα Ἀμβ[ρύσ]- | |
σιος, Χαρίξενος Ἀμυνέα Δελφός. μάρτυρες τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος· Ξένων, Ἄθα[μβος], | |
καὶ τοὶ ἄρχοντες Ὀρθαῖος, Ξενοκράτης· ἰδιῶται Ἀμύντας, Δαμοχάρης, Διονύσιος Δελφ[οί]. |