SGDI II 2230
[ ] Phokis — Delphi — 185/184 BC
1 ἄρχοντος Εὐκράτεος, μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Νίκων Νικία Δελφὸς τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Ἐλάφιον τὸ γένος Σύραν, τιμᾶς
5 ἀργυρίου τριῶν ἡμιμναίων, καθως
ἐπίστευσε Ἐλάφιον τῶι θεῶι τὰν ὠνάν
ἐφ’ ὧι τε ἐλευθέρα ειμεν και ανεφαπτος
ἀπὸ πάντων τὸν πάντα βίον, ποέουσα
ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον·
10 Ἁβρόμαχος Εὐαγόρα, Πολύκλειτος Πεισί-
[λα] Δελφοί. μάρτυρες· τοὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ξένων,
Ἄθαμβος· Χαρίξενος
Ἀμυνέα, Ὀρθαῖος
15 Χάρητος, Εὐκλεί-
δας Καλλείδα.
Search Help
Contact Us