[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος Πεισίλα, μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγὼ Λαίνα Ἐριναία
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Καλλώ, Σωσίπολις,
καὶ ἀνδρεῖον ἓν ὧι ὄνομα Διονυσοδωρος, ἐνδογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν δέκα δύο.
βεβαιωτὴρ κατὰ τὸν νόμον· Νικόπολις Ἀριστομήδεος Ἐριναῖος. Παραμενόντων δὲ
5 Καλλώ, Σωσίπολις, Διονυσόδωρος παρὰ Ἀγώ, ἄχρι κα ζώηι Ἀγώ, ποέοντες τὸ ποτιτασ-
σόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιέωντι τῶν ποτιτασσο-
μένων ὑπὸ Ἀγοῦς, καθὼς γέγραπται, δυνατοὶ ἐόντες, ἐξέστω Ἀγοῖ κολάζεν, κα-
θώς κα αὐτὰ θέληι, καὶ ἄλλωι ὑπὲρ Ἀγώ, ἀξαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας
δίκας. εἰ δέ τί κα πάθηι Ἀγώ, ἐλεύθεροι ἐόντων Καλλώ, Σωσίπολις, Διονυσόδωρος,
10 κυριεύοντες αὐτὸς αὑτῶν καὶ ποέοντες ὅ κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι
θεῶι τὰν ὠνάν. εἰ δέ τις κα ἅπτηται Καλλοῦς, ἢ Σωσιπόλιος, ἢ Διονυσοδώρου, ἐπεί
κα τελευτάσηι Ἀγώ, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνάν, κατὰ τὸν
νόμον. Ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευ-
θέρους ὄντας, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας. μάρτυρες· τοὶ ἱερεῖς
15 Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων Κλεόδαμος, ἰδιῶται Εὐκλείδας, Πολύκλειτος,
Δείνων Δελφοί, Θεόλαος, Ἀριστίων Ἐριναῖοι.
Search Help