[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου τοῦ Ταραντί-
νου, μηνὸς Βυσίου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Καλλικρά-
τεος τοῦ Διοδώρου, Κλέωνος, τοῦ
5 Κλευδάμου, γραμματεύοντες δὲ
Μεγάρτα τοῦ Μελισσίωνος, ἐπὶ
τοῖσδε ἀπέδοτο Πειθόλαος Ξένω-
νος καὶ Ἡραῒς συνευδο-
κεούσας καὶ τᾶς θυγατέρος αὐτῶν
10 Τιμ[οῦ]ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον κορίδιον ἇι ὄνομα Ζω-
ῒς τὸ γένος οἰκογενη, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχον-
τι πᾶσαν, καθὼς ἐπίστευσε Ζωῒς τῶι
15 θεῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλευθέρα
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι.
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ὀξύλος Πολυξένου.
εἰ δέ τις ἅπτοιτο Ζωΐδος ἐπὶ καταδου-
20 λισμῶι, βέβαιον παρεχόντων
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος Πειθόλαος καὶ Ἡραῒς καὶ ὁ βεβαιωτὴρ Ὀξύλος. εἰ δὲ μὴ πα-
ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνὰν πράκτιμοι ἐόντων κατὰ τὸν
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐ-
25 όντων συλέοντες Ζωΐδα ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω δὲ Ζωῒς πα-
ρὰ Πειθόλαον καὶ Ἡραΐδα ἄχρι οὗ κα ζώωντι, ποιέουσα τὸ ποτι-
τασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοι ἢ
μὴ παραμένοι Ζωΐς, ἐξουσίαν ἐχόντων ἐπιτιμέοντες Πει-
30 θόλαος καὶ Ἡραῒς τρόπωι ὧι κα αὐτοὶ θέλωντι, πλὰν μὴ π[ωλέ-
οντες]. εἰ δὲ γένοιντο γένεαι Ζωΐδος, ζώοντος Πιθολάου καὶ Ἡραΐδος,
ἐλεύθεραι ἐόντων αἱ γένεαι καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρό-
νον καθὼς ἐπάνω γέγραπται. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων
καὶ ὁ νεωκόρος Μένης καὶ οἱ ἄρχοντες Καλλικράτης, Κλέων, Μεγάρτας,
35 καὶ ἰδιῶται Τιμοκριτος, Καλλίστρατος Ἀθανίωνος, Εὐκράτης Ξένωνος,
Ἀναξανδρίδας, Βαβύλος Ἀνδρομένεος, Πάτρων Ἰατάδα, Κλεώνυμος
Κλέωνος.
Search Help
Contact Us