[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Διονυσίου, μηνὸς Ποιτροπί- |
ου, βουλευόντων Πάτρωνος, Ἁγίωνος, | |
Φιλιστίωνος, Πάτρωνος, Ἀλέξανδρος | |
Ἀλεξάνδρου, παρόντος αὐτῶι τοῦ κυ- | |
5 | ρίου Καλλιδάμου τοῦ Σωσιξένου, κα- |
τα {τὰ} δὲ υἱοθεσίαν Καλλιδάμου, συ- | |
νευαρεστούντων τῶν υἱῶν αὐτοῦ Ὀλ- | |
υμπίχου καὶ Σωσιξένου τοῦ Καλλιδάμου, | |
καὶ Ἀριστὼ Σωσικράτεος καὶ Ἀθηναϊὶς | |
10 | Ἀθηνίωνος, παρόντος αὐτᾶι Σωστρά- |
του τοῦ Ξένωνος, ἀπέδοντο τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι κοράσιον γένει Χαιρω- | |
νείας ὧι ὄνομα Ὀνησιφόρον, τιμᾶς στατή- | |
ρων δέκα, καὶ τὰν τιμὰν ἀπέχοντι. Πα- | |
15 | ραμεινάτω δὲ Ὀνησιφόρον παρά τε Ἀ- |
λεξάνδρωι καὶ Ἀθηναϊίδι καὶ Ἀριστοῖ | |
πάντα τὸν τᾶς ζωᾶς χρόνον. Ἐξέστω | |
δὲ Ὀνασιφόρῳ, εἰ θέλοι χωρίζεσθαι | |
ἀπὸ τᾶς παραμονᾶς, δόμεν Ἀλεξάν- | |
20 | δρωι μὲν μνᾶν καὶ ἥμισον, καὶ Ἀριστοῖ καὶ Ἀθηναϊίδι ἄλλαν μνᾶν καὶ ἥμισον. |
μάρτυροι· Λαϊάδας, Ἐμμενίδας· Δάμων, | |
Ἦρυς. |