[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Σωσιπάτρου, μηνὸς Δαιδα- |
φορίου, βουλευ[όντ]ων τὰν πρώταν ἑ- | |
ξάμηνον Ἀντιγένεος τοῦ Διοδώρου, Ἁγίωνος | |
τοῦ Κλευδάμου, γραμματεύοντος δὲ Ὑβρία τοῦ | |
5 | Ξένωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ψιθύρα Νικο- |
λάου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
κεῖον ἇι ὄνομα Καλλὼ τὸ γένος | |
[Κ]ολχίδ[α], τιμᾶς ἀργυρίου | |
μνᾶν πέντε, καὶ τὰν | |
10 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- |
στευσε Καλλὼ τῶι [θεῶι] τὰν ὠνάν, ἐφ’ ὧι- | |
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
πτος ἀπὸ πάντων τὸν πάντα χρό- | |
νον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- | |
15 | χουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ |
τὸν νόμον τᾶς πόλιος· Πατρέας | |
Ἀνδρονίκου. εἰ δέ τις ἃπτοιτο Καλ- | |
λοῦς ἐπὶ καταδουλισσμῶι, βέβαιον πα- | |
ρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδο- | |
20 | μένα Ψειθύρα καὶ ὁ βεβαιωτὴρ Πατρέας. εἰ δὲ |
μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρὰ- | |
κτιμοι ἐόντων τῶι θέλοντι κατὰ τὸν νόμον | |
τᾶς πολιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντων συλέοντες Καλλὼ ὡς ἐλευ- | |
25 | θέραν ἐοῦσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδι- |
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες | |
Ἀντιγένης, Ἁγίων, Πυρρίας(!), καὶ ἰδιῶται Νικά- | |
τας, Βάττος, Ἀριστέας, Φίλων Ἰατάδα, Φίλων | |
30 | Φιλάγρου, Τιμόκριτος. |