[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Φιλονίκου τοῦ Νικία, βουλευόντων Εὐκλείδα, Δάμωνος, |
Πάτρωνος, Στράτωνος, ἀπέδοτο Ἑλένα Διοσκουρίδα, συνευαρεστε- | |
όντων καὶ τῶν υἱῶν αὐτᾶς Μενεμάχου καὶ Μενάνδρου, τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἐπίκτησις, τὸ γένος Βωτάν, | |
5 | τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- |
στευσε Ἐπίκτησις τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧι τε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
πτον ἀπὸ πάντων τὸν πάντα βίον, καὶ ἀποτρέχουσα ἇι κα θέληι βεβαιωτὴρ | |
κατὰ τοὺς νόμους τᾶς πόλιος· Δάμων Ἀγάθωνος. εἰ δέ τις ἐφάπτοιτο Ἐπι- | |
κτήσιος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε | |
10 | ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέ- |
ων ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
Ἐμμενίδας, ἰδιῶται Λαϊάδας, Πύρρος, Φίλων, Σάτυρος. |