[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Λαϊάδα το[ῦ Ἄγωνος, μ]ηνὸς Ἀπελλαίου, βουλευόντων Στραταγοῦ, Κλεοδάμου, Δάμωνος,
Ἡρακλείδα, ἐπὶ τοῖσδε [ἀπέδοτο Δεί]νων Δαμοστράτου, συνευαρεστεόντων καὶ τῶν υἱῶν αὐτοῦ Δαμο-
στράτου καὶ Κλεομά[χου, τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ἁρμοδίκα, τιμᾶς ἀργυρίου
μνᾶν ὀκτώ, καὶ τὰν τι[μὰν ἀπέχει πᾶ]σαν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον,
5 ποιοῦσαν ὅ κα θέληι καὶ [ἀποτρέχουσαν οἷ]ς κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἀγαθοκλῆς Ἀγαθοκλέος, καθὼς
ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰ[ν ἐφ’ ὧι τε ἐλευθέρ]αν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ  πάντων τὸν πάντα βίον· εἰ δέ τις ἐφάπτοιτο Ἁρμοδίκας ἐπὶ
καταδουλισμῶι, βέβαιον π[αρεχόντων] τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδόμενος Δείνων καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
κύριος ἔστω συλέων Ἁρμοδίκαν ἐπ’ ἐλευθερίαι, ἀζάμι-
ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυ-
10 ροι· Λαϊάδας Βαβύλου, Καλλικράτης, Διονύσιος, Δωρόθε-
ος, Δάμων.
Search Help
Contact Us