SGDI II 2206
[ ] Phokis — Delphi — Nov./Dec. 126 BC
1 ἄρχοντος Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βουλευόν-
των τὰν πρώταν ἑξάμηνον Σωσιπάτρου τοῦ Αἰακίδα, Πάτρωνος τοῦ Ἰα-
τάδα, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσδε ἀπέδοντο Ξέ-
νων Ἀριστοβούλου καὶ Φιλοκράτης Θευφράστου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
5 ἀνδρεῖον παιδάριον, ὧι ὄνομα Σωσίνικος, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου στα-
τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σωσίνικος τῶι θε-
ῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βί-
ον, ποιῶν ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος·
Ξένων Ἀριστοβούλου. εἰ δέ τις ἐφάπτοιπο Σωσινίκου ἐπὶ καταδουλισμῶι, βέβαιον πα-
10 ρεχόντων τῶι θεῶι τὰν ὠνάν· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐ-
όντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δί-
κας καὶ ζαμίας. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἀβρομάχου, καὶ οἱ
ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων, καὶ ἰδιῶται· Τιμόκριτος, Ἁγίων Πολυκλείτου, Ἀτεισίδας.
Search Help
Contact Us