[ ] Phokis — Delphi — Sept./Oct. 126 BC
1 ἄρχοντος Ἀριστίωνος, μηνὸς Βοαθοίου, ἀπέδοτο Δημήτρ[ιος] Δημη-
τρίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα αἷς ὀνόματα
Συνέτα, Σύνεσις, τὸ γένος Θραῖσσαν, Σύνεσιν δ’ ἐνδογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσαν Συνέτα καὶ
5 Σύνεσις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέρας εἶμεν καὶ ἀνε-
φάπτους ἀπὸ πάντων, ποιούσας ὅ κα θέλωντι, καὶ ἀποτρεχού-
σας αἷ κα θέλωντι. βεβαιωτήρ· Ξένων Ἀριστοβούλου, κατὰ τὸν νό-
μον. εἰ δέ τίς κα ἐφάπτηται Συνέτας ἢ Συνέσιος, βέβαιον παρεχέ-
τω ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχηι, πράκτιμος ἔστω κατὰ τὸν νόμον·
10 ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων ὡς ἐλευθέ-
ραν συλέοντες, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου·
[Ἁγίων Πο]λυκλείτου, Ταραντῖνος Μνασιθέου, Θεύτιμος
15 ․․․․․․․․ Μένης Ἄνδρωνος, Κάλλων Νικία, Σωσίστρατος Ἀθανίωνος,
καὶ τοὶ ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων Ἐχεφύλου.
Search Help