[ ] Phokis — Delphi — 50 BC
1 ἐπὶ δὲ ἄρχοντος [Κλ]εομ[άν]τιος τοῦ Δ[ίων]ος,
μηνὸς Ἰλαίου, Θεοδώρα ἀπέλυσε τᾶς παρα-
μονᾶς Ἀπολλωνίαν, λαβοῦσα μνᾶς τρεῖς, συν-
παρούσας καὶ συναρεστεούσας καὶ τᾶς
5 ματρὸς Σωπάτρας. μάρτυροι· οἱ αὐτοί.
Search Help
Contact Us