[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Διονυσίου μηνὸς Ἐνδυσποι- |
τροπίου, βουλευόντων Πάτρωνος, Ἁγίωνος, | |
Φιλιστίωνος, Πάτρωνος, ἀπέδοτο Θεοδώρα | |
Ἀρχία, συνευαρεστεούσας καὶ τᾶς θυγατρὸς | |
5 | αὐτᾶς Μεγίστας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι |
σῶμα γυναικεῖον ἇι ὄνομα Ἀπολλωνία. παρα- | |
μεινάτω δὲ Ἀπολλωνία Θεοδώραι ἕως κα ζῆι | |
ποιοῦσα πᾶν τὸ ἐπιτασσόμενον τὸ δυνατόν. εἰ | |
δὲ μὴ ποέοι, ἐξουσίαν ἐχέτω Θεοδώρα ἐπιτι- | |
10 | μέουσα τρόπωι ὧι κα θέληι. εἰ δὲ θέλοι προαπελθεῖν |
Ἀπολλωνία, δότω Θεοδώραι ἀργυρίου μνᾶς τρεῖς | |
καὶ ἀπολελυμένα ἔστω τᾶς παραμονᾶς. βεβαιω- | |
τήρ· Δάμων Μένητος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα[ταδουλισμῶι], | |
βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπο- | |
15 | δομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν |
κύριος ἔστω συλέων Ἀπολλωνίαν ἐπ’ ἐλευθερίαι | |
ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι· οἵ τε ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Λαιάδας, Ἐμμενίδας· | |
Ξενόκριτος, Ἐράτων. |