[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Πεισιστράτου μηνὸς Ἰλαίου, βουλευόντων Διοδώρου,
Ἁγίωνος, Ἀγησιλάου, Φίλωνος, ἀπέδοτο Ἰράνα Νικία, συνευαρεστέον-
τος καὶ τοῦ ἀδελφοῦ αὐτᾶς Φιλονίκου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθε-
ρίαι σώματα τρία οἷς ὀν<ό>ματα Σωσικράτεα, Σπινθήρ, Κέρδων, τειμᾶς [ἀργυρίου]
5 μνᾶν δεκατριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατ[ὰ τ]οὺς νόμους τᾶς πόλιος·
Φιλόνικος Νικία. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Σωσικρατέας ἢ Σπινθῆρος ἢ Κέρ-
δωνος, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἰράνα καὶ ὁ βεβαιωτὴρ Φιλόνικος.
ἐξουσίαν δὲ ἐχέτω ὁ παρατυχὼν συλέων Σωσικράτεαν, Σπινθῆρα, Κέρδωνα ἐπ’ ἐλευθερίαι,
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἐμμενίδας,
10 Λαιάδας, ἰδιῶται Καλλίστρατος, Δημήτριος, Ἡρακλείδας.
Search Help