[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Πεισιστράτου, μηνὸς Ἰλαίου, βου- |
λευόντων Διοδώρου, Ἁγίωνος, Φίλωνος, Ἀγησιλάου, | |
ἀπέδοτο Ἰράνα Νικία σῶμα γυναικεῖον ἇι ὄνομα | |
Πρέπουσα τὸ γένος οἰκογενῆ. παραμεινάτω δὲ | |
5 | Πρέπουσα Ἰράναι ἕως κα ζῆι ποιοῦσα πᾶν τὸ ἐπι |
τασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποέοι, | |
ἐξουσίαν ἐχέτω ἐπιτιμέουσα τρόπωι ὧι κα θέληι. | |
εἰ δὲ θέλοι προαπελθεῖν, δότω Πρέπουσα | |
Ἰράναι ἀργυρίου μνᾶς πέντε καὶ ἀπολελυμέ- | |
10 | να ἔστω τᾶς παραμονᾶς. βεβαιωτὴρ κατὰ τοὺς |
νόμους τᾶς πόλιος· Φιλόνικος Νικία. εἰ | |
δέ τις ἐφάπτοι<το> ἐπὶ καταδουλισμῶι, βέ- | |
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν {ὠ- | |
νὰν} ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. | |
15 | ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος |
ἔστω συλέων Πρέπουσαν ἀζάμιος | |
ὢν καὶ ἀνυπόδικος. μάρτυροι· οἱ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ἐμμενίδας ․․․․- | |
․․․․․․ | |
20 | Βαβύλος |
․․․․․ |