[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχ<ο>ντος Εὐ[κλεί]δα τοῦ Ἡρακλείδα, μηνὸς |
Ἀπελλαίου, βουλευόντων Ἀντιγένεος | |
τοῦ Ἀρχία, Μένητος τοῦ Δάμωνος, ἀπέδον- | |
το Νικόστρατος Ἄρχωνος καὶ Δαντὼ | |
5 | {τᾶς} Εὐδώρου, συνευαρεστεούσας |
καὶ τᾶς θυγατρὸς τοῦ υἱοῦ αὐτῶν Ἄρχω- | |
νος Δαντοῦς, ἐπ’ ἐλευθερία τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα γυναικεῖον. ἇ ὄνομα Φι- | |
λουμένα, τιμᾶς ἀργυρίου μνᾶν ἐννέα, | |
10 | καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιω- |
τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μελισσίων | |
Διονυσίου, καθὼς ἐπίσστευσε Φιλουμένα | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλεύθεραν εἶ- | |
μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
15 | τα χρόν<ον>. εἰ δέ τις ἐφάπτοιτο Φιλουμένας |
ἐπὶ καταδουλισμῶ, βέβ<α>ιον παρεχόντων | |
τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ | |
ὁ βεβαιωτήρ. κύριος δὲ ἔστω {ι} καὶ <ἄ>λλος συ- | |
λέων Φιλουμέναν ὡς ἐλευθέραν οὖσαν | |
20 | ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος τοῦ Πυθίου Καλλίστρατος Αἰακίδα, | |
Ἁβρόμαχος Ξεναγόρα καὶ ἰδιῶται Διόδω- | |
ρος Δωροθέου, Βαβύλος Λαιάδα, Δωρόθε- | |
25 | ος Διοδώρου, Νίκανδρος, Φιλισστίων. |