[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου, βουλευόντων
τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ
Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Πολέμαρχος Πολέμωνος, συνευδοκέοντος
5 καὶ τοῦ υἱοῦ Πολέμωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Πίστις τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου
μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς
ἐπίστευσε Πίστις τῶι θεῶι τὰν ὠνάν ἐφ’ ὧιτε ἐλευθέρα εἶ-
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα ὅ κα
10 θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον
τᾶς πόλιος· Ξεναίνετος Σωσινίκου. εἰ δέ τις ἅπτοιτο Πίστιος
ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ ὁ βεβαιωτὴρ Ξεναίνετος.
εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόν-
15 των κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντων συλέοντες Πί<σ>τιν(!) ὡς ἐλευ-
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πασας δί-
κας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρ-
χων καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀνα-
20 ξανδρίδας, καὶ ἰδιῶται Τιμόκριτος, Κλέων Δι-
ονυσίου, Μένης Πισι<σ>τράτου(!), Δίων Φιλιστίω-
νος.
Search Help
Contact Us