[ ]
Phokis — Delphi
1 | ἄρχοντος Ξεναγόρα τοῦ Ἁβρομάχου, μηνὸς |
Βουκατίου, βουλευόντων Διονυσίου τοῦ Ἀστο- | |
ξένου, Γοργίλου τοῦ Ἀντιφίλου, ἀπέδοτο Ζωΐλος | |
Ζωΐλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι, συνευαρεστε- | |
5 | όντων καὶ τῶν τέκνων Μελίσσου καὶ Θεοτίμας, σώ- |
ματα γυναικεῖα αἷς ὀνόματα Βερενίκα καὶ Ἀπολλωνί- | |
α, τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμίσου, καὶ τὰν τιμὰν ἀ- | |
πέχει πᾶσαν, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν | |
Βερενίκα καὶ Ἀπολλωνία, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν καὶ | |
10 | ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ |
κατὰ τοὺς νόμους τᾶς πόλιος· Λαιάδας Μελισσίωνος. | |
εἰ δέ τις ἐφάπτοιτο Βερενίκας καὶ Ἀπολλωνίας ἐπὶ κατα- | |
δουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν | |
ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ πα- | |
15 | ρατυχὼν κύριος ἔστω συλέων Ἀπολλωνίαν καὶ |
Βερενίκαν ὡς ἐλευθέρας οὔσας, ἀζάμιος ὢν καὶ | |
ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· | |
οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος Δάμω- | |
νος, Διόδωρος Φιλονίκου, καὶ ἰδιῶται Δάμων καὶ | |
20 | Πάσων οἱ Πολεμάρχου, Καλλίστρατος Νικάνδρου, |
Ξεναγόρας Ἁβρομάχου, Φιλαίτωλος Θεοξένου. |