[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Θευξενίου, βουλευόν- |
των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Ἐμμενίδα | |
τοῦ Καλλία, γραμματεύοντος Ἀντιγένεος τοῦ Διοδώρου, ἐπὶ | |
τοῖσδε ἀπέδοτο Πραξίας Εὐδόκου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυ- | |
5 | θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Χρήσιμος, τὸ γένος Σύρον Βηρύτι- |
ον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν γυναῖκα αὐτοῦ Ζωΐδα, | |
τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναί- | |
ου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν παρ’ ἑκατέρων, καθὼς ἐπίστευσε | |
Χρήσιμος καὶ Ζωῒς τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες κατὰ τοὺς | |
10 | νόμους τᾶς πόλιος· Εὔδοκος καὶ Θρασυκλῆς οἱ Πραξια. συνυπη- |
[ρ]ε<ι>τείτω(!) δὲ Χρήσιμος Πραξίαι, ὅ κα | |
χρηάηται(!). μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων. καὶ οἱ | |
ἄρχοντες Ἐμμενίδας, Ἄθαμβος, Ἀντιγένης, καὶ ἰδιῶται | |
Ἁγίων Ἐκεφύλου, Δάμων Ξενοστράτου, Ἀναξανδρίδας, Πά- | |
15 | σων, Φίλαγρος Φίλωνος, Πρώταρχος, Τιμόκριτος. |