[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἀπέ-
δοτο Διονύσιος Ἰρανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτηρίδας τὸ γένος οἰ-
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκατριῶν, καὶ τὰν
5 τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρίδας
τὰν ὠνὰν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἐφ’ ὧιτε ἐλεύθε-
ρον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα
χρόνον, ποιοῦντι ὅ κα θέληι καὶ ἀποτρέχοντι ἇι κα θέ-
ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κα-
10 τὰ τὸ σύμβολον τὸ ποτὶ Ἀμφισεῖς· Φιλοκράτης Ξένω-
νος Δελφός, Ἡρακλείδας Εὐτύχου Ἀμφισσεύς. εἰ δέ
τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Σωτηρίδα, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
Διονύσιος καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχοιν
15 βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων
κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωτη-
ρίδαν, ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε-
20 REU\S TOU= *)APO/LLWNOS *)/ARXWN KAI\ O( NEWKO/ROS *ME/NHS,
καὶ τῶν ἀρχόντων Ἀναξανδρίδας Αἰακίδα, καὶ
ἰδιῶται Ἄθαμβος Ἁβρομάχου, Ὀρθαγόρας
Ἀρίστωνος, Εὐάγγελος Πάτρωνος, Ἀρχέλαος
Δαμοσθένεος, Δημήτριος Θεοδώρου, Δαμότιμος
25 Ἀνδρονίκου, Κλέων Διονυσίου, Κλέων Ἥρυος Δελφοί,
Μενεκράτης Νικέα Ἀμφισσεύς, Σύμμαχος
Λύκωνος Οἰανθεύς.
Search Help
Contact Us