SGDI II 2159
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἀτεισίδα μηνὸς Θευξενίου, βουλευόντων τὰν δευτέ-
ραν ἑξάμηνον Ἀναξανδρίδα, Νικαρέτου, γραμματεύοντος δὲ Καλ-
λικωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξενὶς Μενεστράτου, συνευδοκέ-
οντος δέ καὶ τοῦ ἀνδρὸς αὐτᾶς Καλλείδα τοῦ Εὐκλείδα καὶ τῶν υἱῶν
5 τᾶς Εὐκλείδα, Μενεστράτου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄνομα Σώσιππος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σώσιππος τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε εἶμεν ἐλεύθερος καὶ ἀνέφαπτος. βεβαι-
ωτήρ· Εὐκλείδας Καλλείδα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι
10 Σωσίππου, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομέ-
να Ξενὶς καὶ ὁ βεβαιωτὴρ Εὐκλείδας. κύριος δὲ ἔστω ὁ παρα-
τυχὼν συλέων Σώσιππον ὡς ἐλεύθερον ἐόντα ἀζάμιος
ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ
Σώσιππος παρὰ Ξενίδα καὶ Καλλείδαν μέχρι οὗ κα ζῶντι ποι-
15 ῶν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ
ποιῆι ἢ μὴ παραμένηι παρὰ Ξενίδα καὶ Καλλείδαν καθὼς γέγραπται,
κύριοι ἐόντων ἐπιτιμέοντες τρόπωι ο<ἷ> κα θέλωντι, καὶ ἄλλος
ὅν κα κελεύωντι Ξενὶς καὶ Καλλείδας κύριος ἔστω ἐπιτιμέων
πλὰν μὴ πωλέοντες. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος
20 Ἄθαμβος Ἁβρομάχου καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ ὁ ἄρ-
χων Νεικάρετος· Λαιάδας, Ταραντῖνος, Θεύλυτος.
Search Help
Contact Us