[ ]
Phokis — Delphi — beg. 1st c. AD
1 | ἐπὶ δὲ ἄρχοντος Ξεναγόρα τοῦ Ἁβρομάχου |
καὶ μηνὸς Ἀμαλίου, ἀπέλυσε Φίλων Στράτωνος | |
καὶ Εὐάμερις Προστατήρου Στέφανον, Εὐκλεί- | |
δαν, Κτήμαν, Μόσχιον τᾶς παραμονᾶς, ὥστε κα- | |
5 | τὰ πᾶν αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεπάφους |
ἀπὸ πάντων. μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Διόδωρος Φιλονίκου, Πολέμαρχος Δάμωνος καὶ ἰ- | |
διῶται Νικάνωρ Λυσιμάχου, Ξεναγόρας Ἁβρομά- | |
χου, Μελισσίων Διονυσίου. | |
4 | Κτῆμα{ν} instead of Κτήμαν |