[ ]
Phokis — Delphi — 50-1 BC
| 1 | ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα μηνὸς Ἰλαίου, |
| βουλευόντων Νικία, Ἐράτωνος, Κλεομάντιος, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο {δοτο} Γρεῖπος καὶ Φιλὼ τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάρ<ε>ιον ὧι ὄνομα Φί- | |
| 5 | λων τὸ<το> γένος οἰκογενῆ, τειμᾶς ἀργυρίου μνᾶν |
| πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κα- | |
| τὰ τοὺς νόμους τᾶς πόλιος· Ἄρχων Νικοστράτου. εἰ δέ | |
| <ει δε> τι γένοιτο περὶ Γρῖπον ἢ Φιλὼ ἀνθρώπινον, ποησά- | |
| τω τὰ ποτὶ γᾶν πάντα Φίλων, καὶ ὅσα κ’ ἀπολίπωντι, λαβέ- | |
| 10 | τω πάντα Φίλων. εἰ δέ τις ἐφάπτοιτο Φίλωνος ἐπὶ κα- |
| ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ- | |
| νὰν οἷ τε {απο} ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁ- | |
| μοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων | |
| Φίλωνα ἐπ’ ἐλευθερίαι ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
| 15 | κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς |
| τοῦ Ἀπόλλωνος Λαιάδας, Νικόστρατος, ἰδιῶται | |
| Νικίας, Καλλίστρατος, Εὐκλείδας. |