[ ]
Phokis — Delphi — 125 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος μηνὸς Θεοξενίου, ἐν δὲ Χαλείω |
ἄρχοντος Πετάλου μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀρκέων Ἀρχεδάμου | |
Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἰώνιχος, | |
τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες | |
5 | κατὰ τὸ σύμβολον· Βαβύλος Αἰακίδα Δελφὸς καὶ Φίλιος Λυκ․ίου Χαλει- |
εύς· ἐφ’ {ὅτ} ὧ[τ]ε ἐλεύθερον εἶμεν Ἰώνιχον καὶ ἀνέφαπτον ἀπὸ πάντων, | |
ποιοῦντα ἅ κα αὐτὸς θέλη, καθὼς ἐπίστευσε τὰν ὠνὰν Ἰώνιχος τῶι | |
θεῶι. εἰ δέ τις ἐφάπτοιτο Ἰωνίχου ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχέ- | |
τω ὅ τε ἀποδόμενος Ἀρκέων τῶι θεῶι τὰν ὠνὰν καὶ οἱ βεβαιωτῆρες βε- | |
10 | βαιούντω τῶι θεῶ Ἰώνιχον. καὶ ὁμοίως κύριος ἔστω ὁ παρατυχὼν συλέ- |
ων Ἰώνιχον καὶ ὁ προϊστάμενος αὐτοῦ ἐπ’ ἐλευθερία ἀζάμιος καὶ ἀνυπό- | |
δικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ προστάται Φιλαίτωλος καὶ Βα- | |
βύλος καὶ Ἁγίων Κλεοδάμου, Πάσων Δαμ[έν]εος, Τιμοκλῆς Πολύωνος, Διονύ- | |
[σ]ιος, Πολίτας οἱ Ἀσάνδρου· Ξενοκλῆς, Δάμων Χαλειεῖς. |