SGDI II 2144
[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος ἐν μὲν Χαλείω Εὐα-
μέρου τοῦ Δάσωνος μηνὸς Λυκείου,
ἐν δὲ Δελφοῖς ἄρχοντος Φιλονείκου
μηνὸς Βυσίου, βουλευόντων Πά-
5 τρωνος, Εὐκλείδα, Δάμωνος, Στρά-
τωνος, ἀπέδοτο Βάχιος Βαχιάδα κο-
ράσιον ἇ ὄνομα <Βα>χίς, τειμᾶς ἀργυρίου
μνᾶς, καὶ τὰν τειμὰν ἀπέχει πᾶ-
σαν, καθὼς ἐπίστευσε Βαχὶς τῶ[ι]
10 θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέρα[ν]
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ το[ὺς]
νόμους <τ>ᾶς πόλιος· Δασιάδας. π[α]-
ραμε<ι>νάτω {ι} δὲ Βαχὶς Βαχίωι ἕως κα
15 ζῆ ποιοῦσα τὸ ἐπιτασ<σ>όμενον πᾶν τὸ
δυνατόν. εἰ δὲ μὴ ποιήση, ἐξουσίαν
ἐχέτω {ι} ἐπιτειμέων τρόπω ὧι κα θέ-
λη. εἰ δέ τι ἀνθρώπινον γένοιτο πε-
ρὶ Βάχιον, ἀπολελυμένα ἔστω ἀπὸ τ[ᾶς]
20 παραμονᾶς. μάρτυροι· οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Αἰακίδας, Ἐμμενίδας,
ἰδιῶται Σάτυρος, Δάμων, Δείνων.
Search Help
Contact Us