[ ] Phokis — Delphi — 140-100 BC
1 γραμματεύοντος τοῖς ἀρχόντοις Καλλία Κα[λ]-
λιπολίτα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Σωσιπάτρου μηνὸς Ποιτροπίου, ἀπέδοτο Αὐ[․․]-
πίδας Καλλιπολίτας τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
5 μα ἀνδρεῖον ὧι ὄνομα Ὀνάσιμος τὸ γένος Σύρον,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἀ-
πέχει πᾶσαν, ἐφ’ ὧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμ[ον]·
Δωρίμαχος Καλλιπολίτας Ἐμμενίδας Δελός].
10 [μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμ]-
βος καὶ οἱ ἄρχοντες Ἀντιγένης Διοδώρου, Ἁγίων
Κλ[ε]υδάμου, Ὑβρίας Ξένωνος, ἰδιῶται Ἰατάδας, Τιμό-
κριτος, Δαμοσθένης, Δίων Φιλιστίωνος, Εὐκλῆς, Σω[σί]-
πατρος Δελφοί, Λύκων Λύκ[ου], Ξενότιμος Πανταλέω-
15 νος Φυσκεῖς, Ἐπίνικος Καλλιμάχου Ποταναῖος.
Search Help
Contact Us