[ ] Phokis — Delphi — 140-100 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Σατύρου, ἐν δὲ Φα-
λίκα ἄρχοντος Ἀριστοδάμου μηνὸς Ἀρήου ὡς Φα-
λικαῖοι ἄγοντι, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοσθέ-
νεος Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἐρυ-
5 μάνδρα Ἀλέξωνος Φαλικαία τῶ[ι] Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον οἰκογ[ε]νὲς ἇι ὄνομα
Ἀφροδ[ι]σία, συνευδοκέοντος τ[ο]ῦ υἱοῦ αὐτᾶς Ἀν-
τιφάνεος καὶ τ[ᾶ]ς θυγατέρος Α․․․ένας, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν. παραμει[ν]άτ[ω δὲ] Ἀφροδισία πα-
10 ρὰ Ἐρυμάνδραν ἄχρι κα ζώηι Ἐ[ρυ]μάνδρα ὑ[πη]-
ρετέουσα Ἀφροδισία. εἰ δὲ μὴ [ὑπηρετῆι Ἀφροδισία, κυ]-
ρία ἔστω Ἐρυμάνδρα ἐ[πι]τ[ιμ]έουσα τρόπωι
ὧι κα θέλῃ. εἰ δὲ γεν[εὰ γένοι]το Ἀφροδισίας
ὑπηρετεούσας Ἀφ[ρο]δισίας Ἐρυμάνδρα,
15 ․․․․․․ [ἐλεύ]θεραι ἔστ[ω]ν καθὼς καὶ Ἀφροδι-
σία. βεβαιωτήρ· Ἀντιφάνη[ς] Τίμωνος Φαλικαῖος.
μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρ-
χοντες Ἐ<μ>μενίδας Καλλία, [ν]τιγένης Διοδώρου,
Ἄθαμβος Ἁ[β]ρομάχου καὶ ἰδιῶται Ὀρθαῖος, Φιλοκρά-
20 της, Πράοχος, Πυῤῥίας Δελφοί, [Ἀ]γέδαμος Φαλικαῖος.
Search Help
Contact Us