[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Σατύρου, ἐν δὲ Φα- |
| λίκα ἄρχοντος Ἀριστοδάμου μηνὸς Ἀρήου ὡς Φα- | |
| λικαῖοι ἄγοντι, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοσθέ- | |
| νεος Θευξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἐρυ- | |
| 5 | μάνδρα Ἀλέξωνος Φαλικαία τῶ[ι] Ἀπόλλωνι τῶι |
| Πυθίωι σῶμα γυναικεῖον οἰκογ[ε]νὲς ἇι ὄνομα | |
| Ἀφροδ[ι]σία, συνευδοκέοντος τ[ο]ῦ υἱοῦ αὐτᾶς Ἀν- | |
| τιφάνεος καὶ τ[ᾶ]ς θυγατέρος Α․․․ένας, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν τριῶν. παραμει[ν]άτ[ω δὲ] Ἀφροδισία πα- | |
| 10 | ρὰ Ἐρυμάνδραν ἄχρι κα ζώηι Ἐ[ρυ]μάνδρα ὑ[πη]- |
| ρετέουσα Ἀφροδισία. εἰ δὲ μὴ [ὑπηρετῆι Ἀφροδισία, κυ]- | |
| ρία ἔστω Ἐρυμάνδρα ἐ[πι]τ[ιμ]έουσα τρόπωι | |
| ὧι κα θέλῃ. εἰ δὲ γεν[εὰ γένοι]το Ἀφροδισίας | |
| ὑπηρετεούσας Ἀφ[ρο]δισίας Ἐρυμάνδρα, | |
| 15 | ․․․․․․ [ἐλεύ]θεραι ἔστ[ω]ν καθὼς καὶ Ἀφροδι- |
| σία. βεβαιωτήρ· Ἀντιφάνη[ς] Τίμωνος Φαλικαῖος. | |
| μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρ- | |
| χοντες Ἐ<μ>μενίδας Καλλία, Ἀ[ν]τιγένης Διοδώρου, | |
| Ἄθαμβος Ἁ[β]ρομάχου καὶ ἰδιῶται Ὀρθαῖος, Φιλοκρά- | |
| 20 | της, Πράοχος, Πυῤῥίας Δελφοί, [Ἀ]γέδαμος Φαλικαῖος. |