[ ]
Phokis — Delphi — 182 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Προξένου Τριχονέος μηνὸς |
Διονυσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀρισταινέτου μηνὸς Ἐνδυσ- | |
ποιτροπίου, ἀπέδοτο Μεγακλῆς Θηβαγόρα Ἀμφισσεὺς τῶι Ἀπό[λ]- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος Θε[σσα]- | |
5 | λὰν ἐξ Σκοτούσσας, τιμᾶς ἀργυρίου μνᾶν δέκα, ὥστε ἐλευθ[έραν] |
εἶμεν Νίκαιαν, πολιτεύουσαν αὐτὰν εἷ κα θέληι, κυριεύου[σαν] | |
αὐτοσαυτᾶς, ἐλευθέραν οὖσαν καὶ ἀνέφαπτον ἀπὸ πάντω[ν] | |
πάντα τὸν χρόνον, παραλαβὼν Μεγακλῆς τὰν ὠνὰν παρὰ [τᾶν] | |
ἀδελφᾶν τᾶν Εὐμνάστου θυγατέρων, Κρινίου Ἀμφισσίδος, Λ[․․․․․] | |
10 | Καλλιπολιτίδος καὶ ὑπὲρ Κλευπάτραν Τριχονίδα Εὐμνάστου Τριχο- |
νέος, τὰν ἐπίστευσε Νίκαια αὐτοσαυτᾶς ὠνὰν ἐπὶ σωπονπίαι Εὐμνά- | |
στωι τῶι πατέρι αὐτᾶν. βεβαιωτῆρες· Θεύτιμος Κλεάνδρου Ἀμφισσεύς, | |
Ἀρχέλαος Θηβαγόρα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμ[βος] | |
καὶ οἱ βουλευταὶ Κλέων Καλλιγένεος, Εὐκράτης Καλλίκωνος, ἰδιῶται Πραξί[ας], | |
15 | Καλλίας, Ἐκέφυλος, Εὔαρχος, Σωτύλος, Ἀνδρόνικος, Μνάσων, Ταραντῖνος, Ἀρχ[έ]- |
λαος Δελφοί, Εὔνικος Φυσκεύς, Δαμαίνετος, Εὔτυχος, Φιλόμηλος, Δαμύλο[ς], | |
Γενναῖος Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ τὸν ἱερῆ<ι> Ἄθαμβον. |