[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Πανάμου, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Πειθαγόρα μηνὸς Βουκατίου, ἀπέ- | |
| δοτο Τίμων Φιλλίδα Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| κορίδιον ἇι ὄνομα Εὔκλεια, τὰν ἐπίστευσε ἁ μάτηρ αὐτᾶς | |
| 5 | Σώτιον, γένος ἐγ Δελφῶν, ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευ- |
| σε Εὔκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν | |
| καὶ ἀνέφαπτον, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς | |
| Ξένων, Ἄθαμβος, ἰδιῶται Ἀρισταίνετος, Δαμοχάρης. Ξενόστρα- | |
| 10 | τος Δελφοί, Φίλων, Πυῤῥῖνος, Ἀρίστων, Αἰνίας Ἀμφισσεῖς, |
| Κάλλων Πλυγονεύς. |