[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Διονυσίου, ἐν Δελφοῖς
δὲ ἄρχοντος Διοδώρου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδο-
το Εὔνικος Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Δημητρία τὸ γένος ἐκ Περγάμου, τιμᾶς ἀργυρίου
5 μνᾶν τεσσάρων, συνεπαινεόντων τῶν Εὐνίκου υἱῶν Ἀρχεδά-
μου, Νικοδώρου, καθὼς ἐπίστευσε Δημητρία τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι βεβαιω-
τὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Στράμβος Οἰνο-
αῖος. μάρτυρες· Ἀρχιάδας Δεξιθέου, Ἀριστόμαχος
10 Ἀριστοβούλου, Καλλίας Ἐμμενίδα, Δαμοχάρης Καλλεί-
δα Δελφοί, Λυσίας Ἡρακλείδα Πλυγονεύς,
Κρατῖνος Μεδεώνιος.
Search Help