[ ]
Phokis — Delphi — 194 BC
1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρ- |
[χ]οντος Διοδώρου μηνὸς Θεοξενίου, ἀπέδοτο Νικάτας Καλλιπολίτας σῶμα | |
[γ]υναικεῖον καὶ τὸ παιδάριον αὐτᾶς οἷς ὀνόματα Μαισίρα, Κότυς τὸ γένος Θράικια | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου μνᾶν πέντ[ε], καθὼς ἐπίστευσαν τῶι θεῶι | |
5 | τὰν ὠνάν, ἐφ’ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν, ποέοντας ὅ κα θέλωντι. βεβαιωτῆρες |
κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Τεισίας Καλλιπολίτας, Ἰατάδας Δελφός. | |
μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος· Δίων, Λύκων, Ἄνδρων Δελφοί, Σωσίνικος | |
[Ἀ]μφισσεύς, Ἀντιδώτας Καλλιπολίτας, Σέλευκος Πλυγονεύς. |